Vous êtes dans un espace d'archives.   Découvrez le nouveau site Musagora !

-

 LE TEMPLE D'ARTÉMIS À ÉPHÈSE

sommaire du site

Athénée : la légende du poisson et du sanglier
(Athénée, Deipnosophistes,  2, 1, 173 et 8, 62)

 .

Ὅτι τοῖς τὴν Ἔφεσον κτίζουσιν ἀπορία τόπου πολλὰ περιπλανηθεῖσιν ἔχρησεν ὁ θεὸς ἐνταῦθα οἰκίζειν πόλιν ᾗ ἂν ἰχθὺς δείξῃ καὶ ὗς ἄγριος ἀφηγήσηται. Ἐν γοῦν τῇ Ὑπελαίῳ λεγομένῃ κρήνῃ ἐν τῷ ἱερῷ λιμένι λέγεται ἁλιέας ἀριστοποιεῖσθαι καὶ τῶν ἰχθύων τινὰ ἀποθορόντα σὺν ἀνθρακιᾷ εἰσπεσεῖν εἰς φορυτόν. καὶ ἁφθῆναι ὑπ΄ αὐτοῦ λόχμην, ἐν ᾗ ἔτυχε σῦς ἄγριος ὤν· Ὅς ὑπὸ τοῦ πυρὸς θορυβηθεὶς ἐπέδραμε τοῦ ὄρους ἐπὶ πολύ, ὃ δὴ καλεῖται Τρηχεῖα, καὶ πίπτει ἀκοντισθείς. Κἀνταῦθα ἡ πόλις κτίζεται.

(Athénée, Deipnosophistes,  2, 1, 173)

Κρεώφυλος δ΄ ἐν τοῖς Ἐφεσίων Ὥροις οἳ τὴν Ἔφεσον,φησί,κτίζοντες καὶ πολλὰ ταλαιπωρηθέντες ἀπορίᾳ τόπου τὸ τελευταῖον πέμψαν τες εἰς θεοῦ ἠρώτων ὅπου τὸ πόλισμα θῶνται. Ὃ δ΄ αὐτοῖς ἔχρησεν ἐνταῦθα οἰκίζειν πόλιν ᾗ ἂν ἰχθὺς δείξῃ καὶ ὗς ἄγριος ὑφηγήσηται. Λέγεται οὖν ὅπου νῦν ἡ κρήνη ἐστὶν Ὑπέλαιος καλουμένη καὶ ὁ ἱερὸς λιμὴν ἁλιέας ἀριστοποιεῖσθαι,καὶ τῶν ἰχθύων τινὰ ἀποθορόντα σὺν ἀνθρακιᾷ εἰσπεσεῖν εἰς φορυτόν,καὶ ἁφθῆναι ὑπ΄ αὐτοῦ λόχμην,ἐν ᾗ ἔτυχε σῦς ἄγριος ὤν· ὃς ὑπὸ τοῦ πυρὸς θορυβηθεὶς ἐπέδραμε τοῦ ὄρους ἐπὶ πολύ,ὁ δὴ καλεῖται Τρηχεῖα,καὶ πίπτει ἀκον τισθεὶς ὅπου νῦν ἐστιν ὁ τῆς Ἀθηνᾶς ναός. Καὶ διαβάντες οἱ Ἐφέσιοι ἐκ τῆς νήσου,ἔτεα εἴκοσιν οἰκή σαντες,τὸ δεύτερον εἴκοσι]κτίζουσι Τρηχεῖαν καὶ τὰ ἐπὶ Κορησσόν,καὶ ἱερὸν Ἀρτέμιδος ἐπὶ τῇ ἀγορῇ ἱδρύσαντο Ἀπόλλωνός τε τοῦ Πυθίου ἐπὶ τῷ λιμένι.

(Athénée, Deipnosophistes, 8, 62)