Vous êtes dans un espace d'archives.   Découvrez le nouveau site Musagora !

-

 LE TEMPLE D'ARTÉMIS À ÉPHÈSE

sommaire du site

Denys le périégète: Les Amazones et le premier xoanon
(Denys le Périègète, Périégèse,  826-)

 .

Ξάνθῳ ἐπ΄ εὐρυρέοντι καὶ Ἰδαίῳ Σιμόεντι.
Τὴν δὲ μετ΄ Αἰόλιδος παραπέπταται ἤθεα γαίης
Αἰγαίου παρὰ χεῖλος,ὑπὲρ μέγαν Ἑλλήσποντον.
Τῇ δ΄ ἐπὶ ναιετάουσιν ἀγαυῶν παῖδες Ἰώνων
,ἀγχίαλοι γεγαῶτες,ἐπὶ χθονός,ἧς διὰ μέσση
Μαίανδρος λιπαρῇσι κατέρχεται εἰς ἅλα δίναις,
Μιλήτου τε μεσηγὺ καὶ εὐρυχόροιο Πριήνης.
Τάων δ΄ ἀμφοτέρων γε βορειοτέρην ἐσίδοιο
παραλίην Ἔφεσον,μεγάλην πόλιν Ἰοχεαίρης,
ἔνθα θεῇ ποτε νηὸν Ἀμαζονίδες τετύκοντο
πρέμνῳ ἔνι πτελέης,περιώσιον ἀνδράσι θαῦμα.
Μῃονίη δ΄ ἐπὶ τῇσιν ἐπ΄ ἀντολίην τετάνυσται
Τμώλῳ ὑπ΄ ἠνεμόεντι,τόθεν Πακτωλὸς ὁδεύων
χρυσὸν ὁμοῦ δίνῃσιν ἐφελκόμενος κελαρύζει·
τοῦ δ΄ ἂν ἐπὶ πλευρῇσι καθήμενος εἴαρος ὥρῃ
κύκνων εἰσαΐοις λιγυρὴν ὄπα,τοί τε καθ΄ ὕδωρ
ἔνθα καὶ ἔνθα νέμονται ἀεξομένης ἔτι ποίης·
πολλοὶ γὰρ λειμῶνες ἐν Ἀσίδι τηλεθάουσιν,
ἔξοχα δ΄ ἂμ πεδίον Μαιάνδριον,ἔνθα Καΰστρου
ἥσυχα παφλάζοντος ἐπιρρέει ἀγλαὸν ὕδωρ.
Οὐ μὰν οὐδὲ γυναῖκας ὀνόσσεαι,αἳ περὶ κεῖνο
θεῖον ἕδος,χρυσοῖο κατ΄ ἰξύος ἅμμα βαλοῦσαι
ὀρχεῦνται,θηητὸν ἑλισσόμεναι περὶ κύκλον
,εὖτε Διωνύσοιο χοροστασίαι τελέθοιεν·
file:///G:/TLG/

(Denys le Périègète, Périégèse,  826-)

   


 

Traduction Laporte-Dutheil modifiée par MSM

Texte intégral disponible sur le site de Philippe Remacle