Vous êtes dans un espace d'archives.   Découvrez le nouveau site Musagora !

-

 LE TEMPLE D'ARTÉMIS À ÉPHÈSE

sommaire du site

Nicolas de Damas : Crésus et Sadyattès 
(Nicolas de Damas, Fragments, 65)

 .

àὍτι Ἀλυάττης ὁ Κροίσου πατὴρ,τοῦ Λυδῶν βασιλέως,ἐπὶ Καρίαν στρατεύων,περιήγγειλε τοῖς ἑαυτοῦ στρατὸν ἄγειν εἰς Σάρδεις ἐν ἡμέρᾳ τακτῇ,ἐν οἷς καὶ Κροίσῳ,ὅστις ἦν αὐτοῦ πρεσβύ τατος τῶν παίδων,ἄρχων ἀποδεδειγμένος Ἀδρα μυττίου τε καὶ Θήβης πεδίου. Ὁ δὲ,ὥς φασιν,ὑπὸ ἀκολασίας οὐχ οἷός τε ἦν,καί πως διεβέβλητο πρὸς τὸν πατέρα. Βουλόμενος δὲ ἐν τῷδε τῷ ἔργῳ ἀπολύσασθαι τὰς αἰτίας,καὶ ἀπορῶν ὁπόθεν μισθώσαιτο ἐπικούρους (μισθωτοῖς γὰρ ἐχρῶντο),ἦλθεν ἐπὶ Σαδυάττην τὸν ἔμπο ρον,πλουσιώτατον Λυδῶν ὄντα,δανείζεσθαι βου λόμενος. Ὁ δὲ αὐτὸν πρῶτον μὲν ἀναμένειν ἐκέλευσε πρὸ τῶν θυρῶν,ἄχρι λούσηται· μετὰ δὲ,ἐντυγχάνοντι ἀποκρίνεται,ὅτι πολλοὶ παῖδες εἶεν Ἀλυάττῃ,οἷς πᾶσιν εἰ δεήσοι αὐτὸν ἀργύριον διδόναι,οὐκ ἐξαρκέσει· οὔκουν δοῦναι δεομένῳ. Κροῖσον δὲ,ἀποτυχόντα τἀνθρώπου,εἰς Ἔφεσον ἀφικέσθαι κατὰ ζήτησιν ἀργυρίου. Καὶ τότε μὲν εὔξασθαι τῇ Ἀρτέμιδι,εἰ βασιλεύσειε,τὸν οἶκον ἅπαντα καθιερώσειν τοῦ ἐμπόρου. ῏Ην δέ τις Κροίσῳ φίλος,ἀνὴρ Ἴων,ὄνομα Παμφάης ,υἱὸς Θεοχαρίδου εὖ μάλα εὐπόρου. Οὗτος ὁρῶν τὴν Κροίσου σπουδὴν,ἐδεήθη τοῦ πατρὸς χιλίους στατῆρας δοῦναί οἱ πάσῃ μηχανῇ· τυχὼν δὲ παρ΄ αὐτοῦ,δίδωσι Κροίσῳ. Ἀνθ΄ ὧν μέγαν τε αὐτὸν Κροῖσος ὕστερον ἐποίησε,βα σιλεὺς γενόμενος,καὶ εἰς τὴν ἀκρόπολιν εἰσαγαγὼν ἅμαξαν αὐτῷ ἔδωκε μεστὴν χρυσίου· τὸν δὲ τοῦ ἐμ πόρου οἶκον Ἀρτέμιδι καθιέρωσε,καὶ αὐτὰ τὰ θεμέλια ἀποδόμενος διὰ τὴν εὐχὴν,ὡς μηδὲν λείποιτο. Ὁ δὲ Κροῖσος τοὺς χιλίους λαβὼν χρυσοῦς,στράτευμά τε ἤγειρε,καὶ πρῶτος εἰς τὴν κυρίαν ἡμέραν ἄγων ἔδειξε τῷ πατρὶ,καὶ συνεισέβαλεν εἰς τὴν Καρίαν. Κρείττων δὲ ἐξ ἐκείνου τοῦ ἔργου τῶν αὐτὸν διαβαλλόντων γίνεται. Περὶ Κύρου βασιλέως Περσῶν,καὶ περὶ μεταστάσεως τῆς τῶν Μήδων βασιλείας εἰς Πέρσας.

(Nicolas de Damas, Fragments, 65)

   

Traduction à faire